Revelation of John 4

1Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι δεῖ γενέσθαι. μετὰ ταῦτα 2
 εὐθέως = WH Treg NA/NIV: || Καὶ εὐθέως = RP
εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
3
 καὶ ὁ καθήμενος = WH Treg NA/NIV: || [omit] = RP
καὶ καθήμενος ⸃ ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου
 ὅμοιος ὁράσει σμαραγδίνῳ = WH Treg NA/NIV: || ὁμοίως ὅρασις σμαραγδίνων = RP
ὅμοιος ὁράσει σμαραγδίνῳ ⸃.
4καὶ κυκλόθεν τοῦ θρόνου
 θρόνοι = WH Treg RP: || θρόνους = NA/NIV
θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς
 θρόνους = WH Treg NA/NIV: || θρόνους τοὺς = RP
θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους
 ἐν = Treg NA/NIV RP: || [omit] = WH
ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου,
 ἅ = WH NA/NIV: || αἵ = Treg; || αὐτοῦ αἵ = RP
εἰσιν
 τὰ = WH Treg NA/NIV: || [omit] = RP
τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
6καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.

Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
7καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον
 ἔχων = WH Treg NA/NIV: || ἔχον = RP
ἔχων
 τὸ πρόσωπον ὡς = WH Treg NA/NIV: || πρόσωπον = RP
τὸ πρόσωπον ὡς ⸃ ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ·
8καὶ τὰ τέσσαρα ζῷα, ἓν
 καθ᾽ ἓν = WH NA/NIV RP: || ἕκαστον = Treg
καθ᾽ ἓν ⸃
 αὐτῶν = WH Treg NA/NIV: || [omit] = RP
αὐτῶν
 ἔχων = WH Treg NA/NIV: || ἔχον = RP
ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, θεός, παντοκράτωρ, ἦν καὶ ὢν καὶ ἐρχόμενος.
9καὶ ὅταν
 δώσουσιν = WH Treg NA/NIV: || δῶσιν = RP
δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ
 τῷ θρόνῳ = Treg NA/NIV: || τοῦ θρόνου = WH RP
τῷ θρόνῳ ⸃, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· 11Ἄξιος εἶ, κύριος καὶ θεὸς
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν ὁ ἅγιος = RP
ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας
 τὰ = WH Treg NA/NIV: || [omit] = RP
τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.



Copyright information for SBLG